Τετάρτη, 27 Ιανουαρίου 2010

Πανός

Πάνα καλώ κρατερόν, νόμιον, κόσμοιο τό σύμπαν,
ουρανόν ηδέ θάλασσαν ιδέ χθόνα παμβασίλειαν
καί πύρ αθάνατον: τάδε γάρ μέλη εστί τά Πανός.
ελθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονε ''Ωραις,
αιγομελές, βακχευτά, φιλένθεε, αστροδίαιτε,
αρμονίαν κόσμοιο κρέκων φιλοπαίγμονι μολπήι,
φαντασιών επαρωγέ, φόβων έκπαγλε βροτείων,
αιγονόμοις χαίρων ανά πίδακας ηδέ τε βούταις,
εύσκοπε, θηρητήρ, 'Ηχούς φίλε, σύγχορε νυμφών,
παντοφυής, γενέτωρ πάντων, πολυώνυμε δαίμον,
κοσμοκράτωρ, αυξητά, φαεσφόρε, κάρπιμε Παιάν,
αντροχαρές, βαρύμηνις, αληθής Ζεύς ο κεράστης.
σοί γάρ απειρέσιον γαίης πέδον εστήρικται,
είκει δ' ακαμάτου πόντου τό βαθύρροον ύδωρ
'Ωκεανός τε πέριξ † εν ύδασι † γαίαν ελίσσων,
αέριόν τε μέρισμα τροφής, ζωοίσιν έναυσμα,
καί κορυφής εφύπερθεν ελαφροτάτου πυρός όμμα.
βαίνει γάρ τάδε θεία πολύκριτα σαίσιν εφετμαίς:
αλλάσσεις δέ φύσεις πάντων ταίς σαίσι προνοίαις
βόσκων ανθρώπων γενεήν κατ' απείρονα κόσμον.
αλλά, μάκαρ, βακχευτά, φιλένθεε, βαίν' επί λοιβαίς
ευιέροις, αγαθήν δ' όπασον βιότοιο τελευτήν
Πανικόν εκπέμπων οίστρον επί τέρματα γαίης.