Σάββατο, 23 Ιανουαρίου 2010

Απόλλων

Ελθέ μάκαρ Παιάν Τιτυοκτόνε Φοίβε Λυκορεύ
Μεμφίτ' αγλαότιμε ιήιε ολβιοδώτα
χρυσολύρη σπερμείε αρότριε Πύθιε Τιτάν
Γρύνειε Σμινθεύ Πυθοκτόνε Δελφικέ μάντι
άγριε φωσφόρε δαίμον εράσμιε κύδιμε κούρε
μουσαγέτα χοροποιέ εκηβόλε τοξοβέλεμνε
Βάκχιε και Διδυμεύ εκάεργε Λοξία αγνέ
Δήλιε άναξ πανδερκές έχων φαεσίμβροτον όμμα
χρυσοκόμα καθαράς φήμας χρησμούς τ' αναφαίνων
κλυθί μου ευχομένου λαών ύπερ εύφρονι θυμώι
τόνδε συ γαρ λεύσσεις τον απείριτον αιθέρα πάντα
γαίαν τ' ολβιόμοιρον ύπερθέ τε και δι' αμολγού
νυκτός εν ησυχίαισιν υπ' αστεροόμματον όρφνην
ρίζας νέρθε δέδορκας έχεις δε τε πείρατα κόσμου
παντός σοι δ' αρχή τε τελευτή τ' εστί μέλουσα
παντοθαλής συ δε πάντα πόλον κιθάρηι πολυκρέκτωι
αρμόζεις οτέ μεν νεάτης επί τέρματα βαίνων
άλλοτε δ' αυθ' υπάτην ποτέ Δώριον εις διάκοσμον
πάντα πόλον κιρνάς κρίνεις βιοθρέμμονα φύλα
αρμονίηι κεράσας παγκόσμιον ανδράσι μοίραν
μίξας χειμώνος θέρεος τ' ίσον αμφοτέροισιν
εις υπάτας χειμώνα θέρος νεάταις διακρίνας
Δώριον εις έαρος πολυηράτου ώριον άνθος
ένθεν επωνυμίην σε βροτοί κλήιζουσιν άνακτα
Πάνα θεόν δικέρωτ' ανέμων συρίγμαθ' ιέντα
ούνεκα παντός έχεις κόσμου σφραγίδα τυπώσιν
κλύθι μάκαρ σώζων μύστας ικετηρίδι φωνήι